Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.79 Joseph. AJ 11.83 (English) >>Joseph. AJ 11.88

11.81οἱ δὲ ἱερεῖς καὶ Λευῖται καὶ τῶν πατριῶν οἱ πρεσβύτεροι τὸν πρότερον ναὸν ταῖς μνήμαις ἀναπολοῦντες μέγιστόν τε καὶ πολυτελέστατον, καὶ τὸν γεγενημένον ὁρῶντες ὑπὸ πτωχείας ἐνδεέστερον τοῦ πάλαι κατασκευαζόμενον, ὅσον εἶεν τῆς ἀρχαίας εὐδαιμονίας ὑποβεβηκότες καὶ τῆς ἀξίας τοῦ ναοῦ λογιζόμενοι κατήφουν, καὶ τῆς ἐπὶ τούτῳ λύπης κρατεῖν οὐ δυνάμενοι μέχρι θρήνων καὶ δακρύων προήγοντο. 11.82 δὲ λαὸς ἠγάπα τοῖς παροῦσιν καὶ τῷ μόνον οἰκοδομῆσαι τὸ ἱερὸν τοῦ πρότερον ὄντος οὐδένα λόγον ποιούμενος οὐδʼ ἀνάμνησιν οὐδὲ πρὸς τὴν σύγκρισιν τὴν ἐκείνου βασανίζων αὑτὸν ὡς ἐπʼ ἐλάττοσιν οἷς ὑπελάμβανεν. 11.83ὑπερεφώνει δὲ τὸν τῶν σαλπίγγων ἦχον καὶ τὴν τοῦ πλήθους χαρὰν τῶν πρεσβυτέρων καὶ ἱερέων ἐφʼ οἷς ἐδόκουν ἐλαττοῦσθαι τὸν ναὸν τοῦ κατασκαφέντος οἰμωγή. 11.84

Τῆς δὲ βοῆς τῶν σαλπίγγων ἀκούσαντες οἱ Σαμαρεῖται, ἐτύγχανον γὰρ ἀπεχθανόμενοι τῇ τε Ἰούδα φυλῇ καὶ τῇ Βενιαμίτιδι, συνέδραμον τὴν αἰτίαν τοῦ θορύβου μαθεῖν θέλοντες. γνόντες δὲ τοὺς αἰχμαλωτισθέντας εἰς Βαβυλῶνα τῶν Ἰουδαίων ἀνακτίζοντας τὸ ἱερόν, προσίασιν τῷ Ζοροβαβήλῳ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν ἀξιοῦντες αὐτοῖς ἐπιτραπῆναι συγκατασκευάσαι τὸν ναὸν καὶ κοινωνῆσαι τῆς οἰκοδομίας· 11.85σεβόμεθα γὰρ οὐκ ἔλαττον ἐκείνων τὸν θεόν, ἔφασκον, καὶ τοῦτον ὑπερευχόμεθα καὶ τῆς θρησκείας ἐσμὲν ἐπιθυμηταὶ ἐξ ἐκείνου τοῦ χρόνου, ἀφʼ οὗ Σαλμανασσάρης τῶν Ἀσσυρίων βασιλεὺς ἐκ τῆς Χουθίας



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.79 Joseph. AJ 11.83 (English) >>Joseph. AJ 11.88

Powered by PhiloLogic